Τροπάρια & Ποιήματα του Ιωάννη Τσιλιμιγκάκη, πρώην τραγουδιστή & στιχουργού Ελληνικού Rock συγκροτήματος για την Παναγία την Αριζονίτισσα, τους Αγίους της Ουαλίας & άλλους Αγίους

https://holyvirginmary.wordpress.com

http://cominghomeorthodoxy.wordpress.com

http://arizonaofmyheart.wordpress.com

ARIZONA OF MY HEART

COMING HOME – ORTHODOXY

HOLY VIRGIN MARY

Τροπάρια & Ποιήματα

του Ιωάννη Τσιλιμιγκάκη, πρώην τραγουδιστή & στιχουργού

Ελληνικού Rock συγκροτήματος για την Παναγία την Αριζονίτισσα,

τους Αγίους της Ουαλίας & άλλους Αγίους

╰⊰¸¸.•¨*

Τά ἀρχαῖα παρῆλθεν

Μετά από πολλές επικίνδυνες
στροφές του βίου
ήρθε η μεταστροφή κάποιου.

Γλύτωσε από πολλούς
κινδύνους και πειρασμούς,
αλλά στο τέλος δεν γλύτωσε
από την αγάπη του Πλαστουργού.

Ηττήθηκε από την αγάπη του Θεού
και για πρώτη φορά στη ζωή του
αισθάνθηκε άφραστη αγαλλίαση για μια ήττα του!

Μας καταδιώκει πάντοτε το έλεος του Θεού,
κι εμείς τρέχουμε να “σωθούμε”…

Αλήθεια, από τι;

Από τον Σωτήρα…

Ε, κάποτε κουρασμένοι σκοντάφτουμε,
πέφτουμε και ο Θεός μάς σώζει…

╰⊰¸¸.•¨*

Παναγία Αριζονίτισσα – Θαυματουργική Ι. Εικόνα της Παναγίας στην Μονή Αγίου Αντωνίου Αριζόνας των ΗΠΑ

Τῆς Θεοτόκου τῇ ἁγίᾳ εἰκόνι, ἐν Ἀντωνίου τοῦ Μεγάλου τῇ Μάνδρᾳ, πανευλαβῶς προσπίπτομεν βοῶντες αὐτῇ· Πρόφθασον Ἀριζονίτισσα, καὶ τὰ νέφη ἀφάνισον, πειρασμῶν καὶ θλίψεων, ἐκ πιστῶν τοῦ Υἱοῦ σου, τῶν τρυχομένων πάθεσι δεινοῖς, καὶ ἐλπιζόντων, τυχεῖν τοῦ ἐλέους σου.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Θεὸν ἡ κυήσασα ἐν σαρκί, πιστῶς προσκυνοῦμεν, τὴν εἰκόνα σου τὴν σεπτήν, ἐν Μάνδρᾳ ἁγίου Ἀντωνίου, Ἀριζονίτισσα Κόρη θεόνυμφε.

Εἰκόνι σου Μῆτερ τοῦ Ἰησοῦ, τῇ θαυματοβρύτῳ, νῦν προσπίπτω πανευλαβῶς, θερμῶς ἐξαιτούμενος τὴν λύσιν, τῶν ἐγκλημάτων μου θείαις πρεσβείαις σου.
Ὀρθόδοξοι σπεύδουσιν ὁμαδόν, εἰς τὴν Ἀριζόναν, προσκυνῆσαι θαυματουργόν, εἰκόνα Δεσποίνης Θεοτόκου, καὶ ἐπουράνιον χάριν ἀρύσασθαι.
Τειχίζουσα χώραν Ἀμερικῆς, Παρθένε μὴ παύσῃ, τὴν ξενίζουσαν ἐν αὐτῇ, εἰκόνα σου θείαν Θεοτόκε, τὴν τῶν θαυμάτων βλυστάνουσαν χάριτας.
Κακωθεῖσαν ψυχήν μου, ὑπὸ παθῶν ἴασαι, ταῖς θεοπροσδέκτοις εὐχαῖς σου, Ἀριζονίτισσα, ἵνα βαδίσω ὁδόν, τῶν ἐντολῶν τοῦ Υἱοῦ σου, ἀκλινῶς ἐν βίῳ μου, Μῆτερ ἀπείρανδρε.

Οὐρανίων χαρίτων, καὶ δωρεῶν ἔμπλησον, ὡς τῶν Οὐρανῶν Πλατυτέρα, καὶ κόσμου Ἄνασσα, τοὺς προσκυνοῦντας πιστῶς, ἐν Ἀριζόνης τῇ Μάνδρᾳ, τὴν σεπτὴν εἰκόνα σου, Νύμφη ἀνύμφευτε.

Εἰκόνα σου, Ἀριζονίτισσα μῆτερ Ὑπεραγία, προσκυνοῦντες πανευλαβῶς αἰτοῦμεν τὴν χάριν σου, τὴν σκέπουσαν πάντας τοὺς ὀρθοδόξους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἐν γῇ αὐχμηρᾷ, τὸ πρὶν Ἀριζονίτισσα, προχέεις κρουνούς, τῶν θείων θαυμασίων σου, τοῖς πιστῶς προσπίπτουσι, σῇ εἰκόνι Νύμφη ἀνύμφευτε, καὶ ποθοῦσιν ὅλῃ ψυχῇ, τυχεῖν τοῦ ἐλέους, σοῦ Υἱοῦ καὶ Θεοῦ.
Ἀριζόνα ἀγάλλεται, καὶ πανηγυρίζει ἡ πάλαι ἄνικμος· ἐν γὰρ ταύτῃ βρύει χάριτας, ἡ σεπτὴ εἰκών σου Θεονύμφευτε.

Ἱκετεύσωμεν ἅπαντες, τὴν τὰ δευτερεῖα Τριάδος ἔχουσαν, ἵνα πέμψῃ ταῖς ψυχαῖς ἡμῶν, μετανοίας χάριν τὴν σωτήριον.

Νέους τοῦ Χριστοῦ, στρατιώτας ἐνδυνάμωσον, ἐν τῷ αγῶνι τῷ καλῷ κατ’ ἐχθροῦ, τοῦ παγκακίστου, ἀγαθὴ Ἀριζονίτισσα.
Ἴασιν ψυχῆς, Ἀειπάρθενε παράσχου μοι, προσπεφευγότι ἀντιλήψει τῇ σῇ, καὶ προσκυνοῦντι, σὴν εἰκόνα ἐν ἁπλότητι.

Σωτήριον τὸ τοῦ κόσμου ἔτεκες, ἐν γαστρί σου ἀπειράνδρως Παρθένε· διὸ ἡμεῖς κατὰ χρέος σε πάντες, ἐν εὐλαβείᾳ ψυχῆς μεγαλύνομεν, καὶ γόνυ κλίνομεν πιστῶς, πρὸ εἰκόνος σου Μῆτερ τοῦ Κτίστου σου.
Συῤῥέουσι Θεοτόκε πάντοθεν, οἱ πιστοὶ ἐν εὐφροσύνῃ ἐνθέῳ, εἰς τὴν Μονὴν τοῦ κλεινοῦ Ἀντωνίου, τοῦ μοναζόντων χοροῦ προεξάρχοντος, ἐν ᾗ εἰκών σου ἡ σεπτή, τεθησαύρισται χάριν προχέουσα.

Ἀντίδικος καθ’ ἡμῶν κεκίνηται, ἐν ἐχθίστῃ διαθέσει Παρθένε, τοῦ συλλαβεῖν τὰς ψυχὰς ἡμῶν δόλῳ, καὶ ἐμβαλεῖν εἰς τὸ πῦρ τῆς κολάσεως· ὃν δίωκε πόῤῥω ἡμῶν, τῶν τιμώντων τὴν θείαν εἰκόνα σου.
Εἰκόνα σου, Ἀριζονίτισσα μῆτερ Ὑπεραγία, προσκυνοῦντες πανευλαβῶς αἰτοῦμεν τὴν χάριν σου, τὴν σκέπουσαν πάντας τοὺς ὀρθοδόξους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἀριζόνα ἡ ἀγονωτάτη πρὶν ἔρημος, σκιρτησάτω ἐν ἀγαλλιάσει τῷ Κτίσαντι, ἐκβοῶσα πανευλαβῶς ᾠδὴν πνευματικήν· Χριστὲ δόξα σοι Παμβασιλεῦ· τῆς γὰρ Μητρός σου ἡ εἰκών, θείοις ῥείθροις πεπότικε, γῆν μου ἑπταπλασίως, τὴν πάλαι αὐχμηροτάτην, τοὺς δὲ κατοίκους τοὺς ἐμούς, θείοις δόμασι πεπλούτικε.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἔρημος δεδρόσισται, ἡ ἀγεώργητος πάλαι, δρόσῳ τῶν χαρίτων σου, ὦ Ἀριζονίτισσα, ὑπερύμνητε, καὶ Μονὴ γάνυται, Ἀντωνίου θείου, ὡς πλουτοῦσα τὴν εἰκόνα σου, τὴν θαυματόβρυτον, καὶ πανευλαβῶς ἀνακράζει σοι· Παρθένε παναμώμητε, Λόγον ἡ τεκοῦσα τὸν ἄναρχον, σκέπε ἀοράτως, πιστοὺς τοὺς προσκυνοῦντας εὐλαβῶς, ἱερωτάτην εἰκόνα σου, Νέου Κόσμου σέμνωμα.

Ὑμνοῦμέν σε Παρθένε, τὴν πανθαύμαστον χώραν, τοῦ Ἀχωρήτου παντί, καὶ αἶνον ἐκ καρδίας, μορφῇ σου τῇ ἁγίᾳ, ἀναπέμπομεν λέγοντες· Ὡς ἱερὰ ἡ εἰκών, τῆς Ἀριζονιτίσσης.

Νικῆσαι τὴν τοῦ κόσμου, ματαιότητα πᾶσαν, σοὺς ταπεινοὺς μοναστάς, ἀξίωσον Παρθένε, τοὺς ὕμνον καθ’ ἑκάστην, ἐκ καρδίας σοι ψάλλοντας· Ὡς ἱερὰ ἡ εἰκών, τῆς Ἀριζονιτίσσης.

Ὡραιοτάτη, ἡ σὴ εἰκὼν καὶ ἁγία, ὄντως πέλει ὡς θείαν μορφήν σου, καὶ ὡραιοτάτην, Παρθένε ἱστοροῦσα.
Ἵνα δοξάζω, τὸν σὸν Υἱὸν Θεοτόκε, ἐν τῇ ἄνω αὐτοῦ Βασιλείᾳ, φρούρει με ἐν βίῳ, ἐκ πάσης ἁμαρτίας.
Νῦν ἔγνω Νέος Κόσμος, Πνεύματι Ἁγίῳ, τὴν σὴν ἰσχὺν Θεοτόκε δι’ ἧς εὐχερῶς, μεταποιεῖς τὰς ἐρήμους, Θεοῦ τῇ χάριτι.
Νεότητα εὐλόγει, τὴν πολεμουμένην, ὑπὸ παθῶν ἀτιμίας ἁγνὴ Μαριάμ, καὶ καθαρὰν τῷ Υἱῷ σου, αὐτὴν παράστησον.
Ὀρθρίζοντας ἐν Μάνδρᾳ, θείου Ἀντωνίου, πρὸ τῆς εἰκόνος σου σῷζε τοὺς σοὺς μοναστάς, Ἀριζονίτισσα θεία, ὡς μήτηρ εὔσπλαγχνος.

Ἀριζονιτίσσης τὴν ἱεράν, εἰκόνα τιμῶμεν, εὐλογοῦντες τὴν Μαριάμ, Λόγου τὴν Μητέρα, πιστῶν τὴν προστασίαν, Ἀμερικῆς δὲ χώρας, πλοῦτον ἀτίμητον.
Χαίρει Ἀριζόνα πνευματικῶς, ἐπὶ τῇ εἰκόνι, Θεοτόκου τῇ ἱερᾷ, τῇ κατακοσμούσῃ, ἁγίου Ἀντωνίου, Μονὴν ἱερωτάτην, οὗ τεθησαύρισται.

Ἄνικμον ψυχήν μου καὶ αὐχμηράν, δρόσισον Παρθένε, οὐρανόθεν ταῖς σαῖς λιταῖς, τὴν ἠρημωμένην, τοῖς πάθεσι τοῦ βίου, καὶ τεταπεινωμένην, Ἀριζονίτισσα.
Δαίμονες οὐ φέρουσι καθορᾶν, εἰκόνα τὴν θείαν, θεομήτορος Μαριάμ, Ἀριζονιτίσσης· διὸ κατῃσχυμμένοι, αὐτῆς τὰ μεγαλεῖα, τρόμω κηρύττουσι.
Δεῦτε ἐν φαιδρότητι καὶ χαρᾷ, ἁγίαν εἰκόνα, προσκυνήσωμεν οἱ πιστοί, ἁγνῆς Θεοτόκου, τῆς Ἀριζονιτίσσης· τοῖς γὰρ ἐμπεριστάτοις, βρύει ἰάματα.

Χώραν ἐπευλόγει Ἀμερικῆς, Ἀχωρήτου χώρα, τὴν τιμῶσάν σου τὴν σεπτήν, εἰκόνα ἐν Μάνδρᾳ, ἁγίου Ἀντωνίου, καὶ εἰς Ὀρθοδοξίαν, τὰ ἔθνη ἕλκυσον.
Ἡ ἠρημωμένη μου καὶ πτωχή, ψυχή σοι κραυγάζει, θεονύμφευτε Μαριάμ· Ὥσπερ Ἀριζόναν, δροσίζεις χάριτί σου, οὕτω κἀμὲ Παρθένε, τάλαιναν δρόσισον.

Τὴν σεπτήν σου εἰκόνα Ἀριζονίτισσα, ἐν Ἀντωνίου τοῦ θείου ἱερωτάτῃ Μονῇ, εὐλαβείᾳ καὶ χαρᾷ κατασπαζόμεθα, ὅτι δωρεῖται τοῖς πιστοῖς, ἐν πικρίᾳ γλυκασμόν, ἐν θλίψει παραμυθίαν, πλατυσμὸν ἐν στενοχωρίᾳ, καὶ δωρεῶν πνευματικῶν πλησμονήν.

Χαίρει Ἀριζόνα ἐν Χριστῷ, ὅτι ἐν Μονῇ Ἀντωνίου, τοῦ ἀρχηγοῦ μοναστῶν, θεία τεθησαύρισται εἰκών σου πάναγνε, Θεοτόκε προχέουσα, ἰάσεων ῥεῖθρα, καὶ τὴν ἀπολύτρωσιν, ἐκ περιστάσεων, πᾶσι τοῖς ἐν πίστει βεβαίᾳ, κλίνουσι τῇ θείᾳ μορφῇ σου, γόνατα ψυχῆς τε καὶ τοῦ σώματος.

╰⊰¸¸.•¨*

Ύμνοι των Αγίων της Ουαλίας

ΑΠΟΛΥΤΙΚΙΟΝ

Ἀσκητῶν καὶ Μαρτύρων χοροὶ ἀθροίσθητε, τῶν ἐν τῇ γῇ Οὐαλίας διαλαμψάντων πιστῶς,
καὶ πρεσβείαν τῷ Κυρίῳ νῦν ποιήσατε, ὅπως ἐξέληται ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, δι’ ἄκραν φιλανθρωπίαν,
καὶ οἰκήτορας Βασιλείας, τῆς οὐρανίου ἀναδείξῃ ἡμᾶς.

ΜΕΓΑΛΥΝΑΡΙΑ

Τοὺς τροπαιοφόρους ἐν ἀθληταῖς, καὶ σημειοφόρους, καὶ ὁσίους ἐν ἀσκηταῖς,
πολιτευσαμένους, ἐν γῇ τῆς Οὐαλίας, ἐν πίστει συνελθόντες, δεῦτε ὑμνήσωμεν.

Τοὺς μαρτυρηθέντας δι’ ἀρετῆς, καὶ καταλιπόντας, ὑποτύπωσιν βιοτῆς,
μάρτυρας ὁσίους, καὶ ἱεραποστόλους, προστάτας Οὐαλίας, πάντες τιμάτωσαν.

Τοὺς καθοπλισθέντας διὰ Σταυροῦ, καὶ τὸ τῆς εἰρήνης, εὐαγγέλιον τοῦ Θεοῦ,
ἐν τῇ Οὐαλίᾳ, κηρύξαντας ἐμφρόνως, ὑμνήσωμεν προφρόνως, πάντες φιλέορτοι.

Ἔμψυχα κειμήλια καὶ σεπτά, Χριστοῦ Ἐκκλησίας, Οὐαλίας τοὺς θησαυρούς,
τοὺς ἐν τῶν Ἁγίων, τῇ Νήσῳ τεθαμμένους, Ἁγίους δισμυρίους, ὕμνοις τιμήσωμεν.

Σκίρτα Οὐαλία πανευλαβῶς, καὶ θερμῶς δυσώπει, τὸν Παντάνακτα καὶ Θεόν,
ὅπως ταῖς πρεσβείαις, τῶν σὲ εὐλογησάντων, Ἁγίων ἐκ τοῦ πλάνου, ἡμᾶς ἐξέληται.

╰⊰¸¸.•¨*

Ἅγιος μεγαλομάρτυς Νικήτας ὁ Γότθος (+372) – 15 Σεπτεμβρίου

Νίκην καθ’ ἡμέραν κατὰ παθῶν, δίδου μοι Νικήτα, τοῦ ἀθλεῖν με κατὰ Χριστόν, καὶ ἐχθρὸν τροποῦσθαι, βροτῶν τῆς σωτηρίας, ὡς ἂν κἀγὼ κερδήσω, ζωὴν αἰώνιον.

Μείνας ἐν οἷς ἔμαθες ἐκ παιδός, ἤθλησας Νικήτα, ὁλοθύμως ὑπὲρ Χριστοῦ, οὗ χερσὶν ἁγίαις, ἀνδρεῖε ἀθλοφόρε, τοῦ μάρτυρος ἐδέξω, τὸν θεῖον στέφανον.

╰⊰¸¸.•¨*

Μεγαλυνάριο για τη μετάνοια

Πίπτω εἰς τὰ γόνατα προσαιτῶν, ἐλεημοσύνην, παρὰ σοῦ μόνε ἀγαθέ,
καὶ παντελεῆμον, Θεοῦ Υἱὲ καὶ Λόγε· καὶ γὰρ τῇ χάριτί σου, σῴζεις τὰ σύμπαντα.

╰⊰¸¸.•¨*

Τροπάρια γιά τή μετάνοια, τήν κάθαρση & τόν φωτισμό τῆς ψυχῆς

Ἄξια θανάτου πάνυ πολλά, πέπραχα Χριστέ μου, ἐν τῷ βίῳ μου ὁ πτωχός,
τῷ ἀθλιωτάτῳ, σὺ δὲ τῷ σῷ ἐλέει, τὸν παροξύναντά σε, οὐκ ἐβδελύξω με.

Οἶδα ὅτι πέλω ἁμαρτωλός, ὑπὲρ πάντας ὄντως, δικαιότατε Ἰησοῦ,
ἄξιος κριθῆναι, ἀσχήμονι θανάτῳ, διὰ τὰς ἁμαρτίας, ἅσπερ διέπραξα.

Μετανοίας ἔνδυμα τὸ σεπτόν, τὸ διὰ δακρύων, ὑφασμένον καὶ στεναγμῶν,
καταξίωσόν με, ἐνδύσασθαι Χριστέ μου, ἵνα εὐαρεστήσω, σῇ ἀγαθότητι.

Σῶμα καὶ ψυχήν μου ὁλοτελῶς, πάθεσι ποικίλοις, κατεῤῥύπωσα ἐκ παιδός,
νῦν δὲ Ἰησοῦ μου, τυχεῖν τοῦ ἀμετρήτου, ἐλέους σου ἐλπίζω, δι’ ὅσα ἔπραξα.

Δάκρυα οὐ κέκτημαι παντελῶς, ἐπανάγοντά με, εἰς εὐθεῖάν σου τὴν ὁδόν·
ὅθεν δυσωπῶ σε, Παντάναξ Ἰησοῦ μου, καρδίαν νῦν σαρκίνην, ἔνθες ἐν σπλάγχνοις μου.

Πένθος δώρησαί μοι χαροποιόν, Μῆτερ Θεοτόκε, ἡ χαρὰ τῶν χριστιανῶν,
καὶ ἐνίσχυσόν με, ἐν ἔργοις μετανοίας, ἵνα καρποφορήσω, Χριστῷ Κυρίῳ μου.

Ἅπαντα τὸν βίον μου ὁ πτωχός, ἐσκόρπισα Σῶτερ, ζῶν ἀσώτως καὶ ἀμελῶς·
ὅθεν σοι προσπίπτω, ἐν πόνῳ τῆς καρδίας, αἰτῶν ἐν ταπεινώσει, σὸν θεῖον ἔλεος.

Φώτισον τὸ σκότος μου τοῦ νοός, Σῶτερ φωτοδότα, ἵνα ἔλθω εἰς ἐμαυτόν,
καὶ ἐν μετανοίᾳ, εἰς οἶκον πατρικόν σου, ὁ τάλας ἐπιστρέψω, ὅθεν ἐμάκρυνα.

Καῦσον τὰς ἀκάνθας μου τῶν παθῶν, τῇ ἐπενεργείᾳ, μυστηρίων σου τῶν φρικτῶν,
καὶ τὴν κακωθεῖσαν, ψυχήν μου ἁμαρτίαις, παντοίαις Παντοκράτορ, Χριστὲ θεράπευσον.

Νῆψιν τε καὶ σύννοιαν ἐντελῆ, καῦσιν τῆς καρδίας, εὐκατάνυκτον λογισμόν,
πνεῦμα μετανοίας, ἀγάπης δόσιν θείας, δακρύων τε ρανίδας, Σῶτερ παράσχου μοι.

╰⊰¸¸.•¨*

Μεγαλυνάρια Οσίου Παϊσίου Βελιτσκόφσκυ

Χαίροις χιλιάδα τῶν μοναστῶν, ὁ διαποιμάνας, ἐν τῷ βίῳ θεοφιλῶς·
χαίροις ὁ θητεύσας, ἐν Ὄρει τῷ Ἁγίῳ, καὶ τὴν εὐχὴν διδάξας, θεῖε Παΐσιε.

Μνήμην Παϊσίου τὴν ἱεράν, ἀνυμνολογοῦμεν, εὐφραινόμενοι οἱ πιστοί,
καὶ αὐτοῦ πρεσβείαις, πρὸς Κύριον τῆς δόξης, ψυχῶν τὴν σωτηρίαν, λαβεῖν ἐλπίζομεν.

Πάλαι ἀπετάξω μετὰ σπουδῆς, ἀνθρωπίνῃ γνώσει, καὶ ἐδέξω μοναχικήν,
κουρὰν θεοφόρε, καὶ παίδευσιν ἀρίστην· διόπερ ἡγιάσθης, κλεινὲ Παΐσιε.

Ἐν τῇ Μολδαβίᾳ ἀσκητικῶς, ἤθλησας παμμάκαρ, καὶ ὡδήγησας ἀπλανῶς,
πλήθη μοναζόντων, πρὸς ἄνω Βασιλείαν, Παΐσιε ὁσίων, πατέρων καύχημα.

Χαίροις ἡ ἀκρότης τῆς ἀρετῆς, καὶ ἀδιαλείπτου, προσευχῆς ὁ καθηγητής·
χαίροις ὁ ποιμαίνων, ἀεὶ τὴν οἰκουμένην, ἐν βίβλοις θεοπνεύστοις, σοφὲ Παΐσιε.

╰⊰¸¸.•¨*

Ἅγιος Μανουήλ τῆς Μυκόνου, νεομάρτυς στή Χίο, ἀπό Σφακιά Κρήτης [ζοῦσε παντρεμένος στή Μύκονο] (15 Μαρτίου, +1792)

Ὄρη νῦν σκιρτήσατε τὰ Λευκά, ἐπὶ τῇ ἀθλήσει, τοῦ θεόφρονος Μανουήλ, ὅτι μαρτυρίου, τοῖς ῥείθροις ἐλευκάνθη, καὶ στέφος θείας δόξης, Χριστῷ ἐδέξατο.

Χαίροις παναοίδιμε Μανουήλ, κλέος τὸ τῆς Κρήτης, ὁ ἐν Χίῳ τελειωθείς· χαίροις τῶν Σφακίων, ὁ γόνος ὁἀνδρεῖος, καὶ τῶν χριστομαρτύρων, τὸ νέον καύχημα.

Μύκονος ἡ νῆσος λαμπροφορεῖ, ὁμοῦ σὺν τῇ Χίῳ, οὗ θειότατε Μανουήλ, ἤθλησας γενναίως, ἐνώπιον ἀθέων, τὴν ἄρνησιν ἐκπλύνας, Χριστοῦ δι’ αἵματος.

Αἰχμαλωτισθεὶς ὑπ’ Ἀγαρηνῶν, Μανουὴλ τὸ πάλαι, ἀπηρνήσω τὸν σὸν Θεόν, ἀλλ’ ἐν παῤῥησίᾳ, αὐτὸν ὁμολογήσας, τὸ στέφος μαρτυρίου, ἀξίως ἔλαβες.

Ἅγιος Ἰωάννης ὁ Κρητικός, νεομάρτυς στήν Νέα Ἐφέσο (=Κουσάντασι) Μ. Ἀσίας, ἀπό Σφακιά Κρήτης (15/9, +1811)

Θεῖε Ἰωάννη μαρτυρικῶς, ἐν Ἐφέσῳ Νέᾳ, ἐναθλήσας διὰ Χριστόν, πρότυπον ἐδείχθης, καλῆς ὁμολογίας, καὶ δόξης τῶν μαρτύρων, ὤφθης συμμέτοχος.

Τύπος νεολαίας τῆς τοῦ Χριστοῦ, δέδειξαι παμμάκαρ, δι’ ἀθλήσεως ἀνδρικῆς, καὶ ὁμολογίας, εἰς πίστιν ὀρθοδόξων, Σφακίων Ἰωάννη, φύλαξ ἀκοίμητε.

Οὐ κατεπτοήθης τὰς ἀπειλάς, καὶ τὰς κολακείας, τῶν ἀθέσμων Ἀγαρηνῶν· ὅθεν Ἰωάννη, ἐτήρησας τὴν πίστιν, θανεῖν ὑπὲρ Κυρίου, μᾶλλον ἑλόμενος.

╰⊰¸¸.•¨*

Ἅγιος Μανουήλ τῆς Μυκόνου, νεομάρτυς στή Χίο, ἀπό Σφακιά Κρήτης [ζοῦσε παντρεμένος στή Μύκονο] (15 Μαρτίου, +1792) & Ἅγιος Ἰωάννης ὁ Κρητικός, νεομάρτυς στήν Νέα Ἐφέσο (=Κουσάντασι) Μ. Ἀσίας, ἀπό Σφακιά Κρήτης (15 Σεπτεμβρίου, +1811)

Χαίροις ὦ Σφακίων δυὰς κλεινή, τῶν νεομαρτύρων, ἀξιάγαστε Μανουήλ, σὺν τῷ Ἰωάννῃ, πρεσβεύοντες Κυρίῳ, ὑπὲρ τῆς νήσου Κρήτης, καὶ κόσμου ἅπαντος.

╰⊰¸¸.•¨*

Ἅγιος Ἰούδας ὁ Ἀδελφόθεος, ὁ Ἀπόστολος, ἀπ’ τούς 12 Ἀποστόλους τοῦ Χριστοῦ (19 Ιουνίου, +80)

Πνεύματι Ἁγίῳ χαριτωθείς, καὶ ψευδαποστόλοις, εὐθαρσῶς ἐναντιωθείς, τὰς πεπλανημένας, αὐτῶν διδασκαλίας, ἀπήλεγξας Ἰούδα, Θεοῦ τῇ χάριτι.

Στῦλον εὐφημήσωμεν τῶν πιστῶν, καὶ τὸν καθαιρέτην, ἀσεβῶν διδασκαλιῶν, τὸν τῆς ἀληθείας, καὶ τῆς δικαιοσύνης, ἐκφάντορα καὶ μύστην, Ἰούδαν ἅγιον.

Τῶν ὑπερηφάνων αἱρετικῶν, καθεῖλες τὴν πλάνην, διὰ λόγων πνευματικῶν, καὶ τῶν λατρευόντων, Χριστὸν ἐν ἀληθείᾳ, ἀνέπαυσας τὰ σπλάγχνα, Ἰούδα πάνσοφε.

╰⊰¸¸.•¨*

Ἅγιος Ἀναστάσιος νεομάρτυς στό Ναύπλιο (1/2, +1650)

Μάκαρ Ἀναστάσιε σαῖς λιταῖς, ἐξανάστησόν με, ἐκ τοῦ μνήματος τῶν παθῶν, ὅπως ἐν καρδίᾳ, δοξάζω καιομένῃ, Χριστὸν τὸν ἐκ τοῦ ᾍδου, Ἀδὰμ ἐγείραντα.

Πλάνην ἀποπτύσας τὴν μυσαράν, καὶ ὁμολογήσας, ὡς Θεόν σου τὸν Ἰησοῦν, χάριτι προῆλθες, τυθῆναι τὴν ψυχήν σου, ζωὴν δὲ ἐκληρώσω, μελῶν τμηθέντων σου.

Μάκαρ Ἀναστάσιε Ναυπλιεῦ, μεληδὸν ἐτμήθης, διὰ πίστιν τὴν εἰς Χριστόν, ὅνπερ ἀπηρνήσω, νοῒ σεσαλευμένῳ, ἀλλ’ αὖθις παῤῥησίᾳ, Θεὸν ἐκήρυξας.

Θεῖε Ἀναστάσιε ἐν τῇ σῇ, βαθείᾳ καρδίᾳ, ἐζωγράφησας τὸν Χριστόν, οὗ τῇ ἐνισχύσει, ὑπήνεγκας τοὺς πόνους, τοῦ θείου μαρτυρίου, καὶ δόξης ἔτυχες.

╰⊰¸¸.•¨*

Ἅγιος Ἰωάννης Μαξίμοβιτς του Σαν Φρανσίσκο (2 Ιουλίου, +1966)

Νέον ἥλιον τῇ οἰκουμένῃ, σὲ ἀνέδειξε Χριστοῦ ἡ χάρις, Ἰωάννη ἱεράρχα παγκόσμιε· σὺν γὰρ Εὐρώπῃ Ἀσίαν ἐφαίδρυνας, Νέον δὲ Κόσμον εἰς πίστιν ἐστήριξας· ὅθεν ἅπαντες προσπίπτομεν τῷ λειψάνῳ σου, αἰτοῦντες τὰς πρὸς Κύριον πρεσβείας σου.

Ἰωάννην τὸν θεῖον ἐγκωμιάσωμεν, τῆς οἰκουμένης τὸν φάρον, ἱεραρχῶν στολισμόν, θαυμασίων δὲ ταμεῖον τὸ ἀκένωτον, καὶ ἀγαλλίαμα τερπνόν, διὰ Κύριον σαλῶν, καὶ δόξαν τῶν ὀρθοδόξων, τὸν θεόθεν μαρτυρηθέντα, δι’ ἀφθαρσίας τοῦ λειψάνου αὐτοῦ.

╰⊰¸¸.•¨*

Αγία Μαρία Σκόμπτσοβα του Παρισιού (31 Μαρτίου, +1945)

Χαίροις Παρισίων τὸ ἱερόν, κλέος καὶ προστάτις, ἀσθενούντων καὶ ὀρφανῶν, δόξα τῶν μαρτύρων, καρδία καιομένη, ὑπὲρ τῶν ὀρθοδόξων, καὶ κόσμου ἅπαντος.

Θύσασα ψυχήν σου ὑπὲρ μητρός, καταδικασθείσης, τῆς ἀγάπης ὑπογραμμός, ὄντως ἀνεδείχθης, Μαρία ἀθληφόρε, καὶ ἄνω Βασιλείαν, Χριστοῦ ἐκέρδησας.

Ὢ τῆς θαυμαστῆς σου μεταστροφῆς, ἐκ τῆς ἀπιστίας, καὶ τῆς θείας σου βιοτῆς, καὶ τοῦ μαρτυρίου, δι’ οὗπερ ἐκληρώσω, ζωὴν τὴν μακαρίαν, Μαρία πάνσεμνε.

Τὴν ὁσιομάρτυρα καὶ σαλήν, ποιητῶν τὸ κάλλος, καὶ καρδίαν αἰσθητικήν, τύπον ἀσκουμένων, μητέρα Παρισίων, καὶ δόξαν Λεττονίας, δεῦτε τιμήσωμεν.

╰⊰¸¸.•¨*

Δύο μεγαλυνάρια γιά τόν θεῖο καί τόν ἀνθρώπινο ἔρωτα

Ἔρως ὁ ἀνθρώπινος καὶ φθαρτός, ἔρωτι νικᾶται, τῷ ἀφθάρτῳ καὶ θεϊκῷ, ὄμματι ἱλέῳ, ἡνίκα ἐπιβλέψῃς,ἐπὶ τὴν τῆς καρδίας, Χριστὲ εὐτέλειαν.

Τὴν ταπεινωθεῖσάν μου εἰς τὴν γῆν, ὕψωσον καρδίαν, ἐκ πραγμάτων τῶν κοσμικῶν, ἔρωτί σου θείῳ, ἵνα τῆς χάριτός σου, πλησθεῖσα ἀνακράζει· Δόξα σοι Κύριε.

╰⊰¸¸.•¨*

Άγιος Ηλίας ὁ Αρδούνης, νεομάρτυρας στήν Καλαμάτα (31 Ἰανουαρίου & 27 Ἀπριλίου, +1686)

Γάνυται ἡ πόλις τῶν Καλαμῶν, ὡς καταπλουτοῦσα, τῶν λειψάνων σου τὴν σορόν, χαίρει δὲ Ἠλία, ὡς ἔχων σε προστάτην, ὁ δῆμος τῶν κουρέων, φοίνιξ ὑψίκομε.

Φῶς τὸ ὑπερκόσμιον καὶ τερπνόν, ὑφ’ οὗ ἐφωτίσθης, νεομάρτυς τῶν Καλαμῶν, ἔλαμψε ψυχῇ σου, κινοῦν σε εἰς θυσίαν, σορόν σου δὲ ἁγίαν, μάκαρ ἐκύκλωσεν.

╰⊰¸¸.•¨*

Άγιος Πορφύριος ο Καυσοκαλυβίτης, ὁ Ἅγιος τῆς Πλατείας Ὁμονοίας τῆς Ἀθήνας (2 Δεκεμβρίου, +1991)

Πορφυρίου τὴν μνήμην ἀνευφημήσωμεν, σημειοφόρου Ὁσίου καὶ ἀπλανοῦς ὁδηγοῦ, καὶ ποιμένος ὀρθοδόξων οὐρανόφρονος, ὅτι πρεσβεύει ἐκτενῶς, τῷ Θεῷ ὑπὲρ ἡμῶν, μεγίστῃ ἐν παῤῥησίᾳ, ὅπως τύχωμεν σωτηρίας, τῆς αἰωνίου ἐν τῇ ἄνω Σιών.

Βίον ἀγαπήσας τὸν ἐν Χριστῷ, Πορφύριε θεῖε, ἀπηρνήσω ἀπὸ παιδός, κόσμου τὰ ἡδέα, δραμὼν ἐν εὐφροσύνῃ, καὶ ἔρωτι ἐνθέῳ, εἰς Ὄρος Ἅγιον.

╰⊰¸¸.•¨*

Ἅγιος Μιχαήλ Πακνανάς ὁ κηπουρός, νεομάρτυς στήν Ἀθήνα [στῆλες Ὀλυμπίου Διός] (30 Ἰουνίου καί 9 Ἰουλίου, +1770)

Κλίνας τὴν ἁγίαν σου κεφαλήν, ἔλαβες ἐνδόξως, μαρτυρίου τὴν τελευτήν, καὶ νεομαρτύρων, ὁμίλοις προσετέθης, παμμάκαρ ἀθλοφόρε· ὅθεν ὑμνοῦμέν σε.

Μιχαὴλ ὑμνήσωμεν Πακνανᾶν, κλέος Ἀθηναίων, νεομάρτυρα τοῦ Χριστοῦ, τὸν διὰ τὴν πίστιν, ἀποκεφαλισθέντα, καὶ εἰς ἐπουρανίους, κήπους ἀπάραντα.

╰⊰¸¸.•¨*

Ἅγιοι Ἐμμανουήλ, Ἀνεζίνα καί τά τέκνα τους Γεώργιος καί Μαρία, νεομάρτυρες στό Μελισσουργεῖο Κισσάμου Χανίων Κρήτης (14 Ἰουλίου, +1681)

Χαίρει ὁ οὐράνιος μελισσών, τῶν Χριστοῦ μαρτύρων, νεομάρτυρες εὐκλεεῖς, ἐπὶ τῇ ἀθλήσει, ὑμῶν τῇ στεῤῥοτάτῃ, καὶ τὸ Μελισσουργεῖον, πάνυ ἀγάλλεται.

Σὺν ἀνδρειοτάτῳ Ἐμμανουήλ, θείαν Ἀνεζίναν, εὐφημήσωμεν οἱ πιστοί, καὶ δυάδα τέκνων, Γεώργιον Μαρίαν, Κισάμου τέκνα θεῖα, Κρήτης καυχήματα.

╰⊰¸¸.•¨*

Ἅγιος Μενάνδρος μάρτυρας στήνἙρμούπολι τῆς Αἰγύπτου καί 39 ακόμη μάρτυρες (31 Μαρτίου)

Στέμμα τὸ διάλιθον καὶ χρυσοῦν, εἴληφας παμμάκαρ, τοῦ Κυρίου σου ταῖς χερσί· σὺ γὰρ ἐπὶ λίθων, χερσὶν ἀνομωτάταις, ἐσύρθης ἀθλοφόρε, ἅγιε Μένανδρε.

Ἐν Χριστῷ σε μένοντα κατιδών, Μένανδρε ὁ δῆμος, ἐξεμάνη τῶν ἀσεβῶν· ὅθεν κατεκρίθης, ἀσχήμονι θανάτῳ, δι’ οὗ τὴν μακαρίαν, εὗρες ἀπόλαυσιν.

╰⊰¸¸.•¨*

Ἅγιος Ἱερομάρτυς Βαλεντίνος τῆς Ρώμης (14 Φεβρουαρίου, +269)

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἐκ δυσμῶν ἀνατείλας ἀστὴρ ὡς ἄδυτος, καὶ ταῖς αὐγαῖς σου φωτίσας χριστιανῶν τὴν πληθύν, ἐκληρώσω βασιλείαν ἐπουράνιον, ἔνθα δυσώπει τὸν Χριστόν, ἐκτενῶς ὑπὲρ ἡμῶν, πανεύφημε Βαλεντῖνε, μεμνημένων ἐν εὐφροσύνῃ, τὴν ἄθλησίν σου καὶ ὑμνούντων αὐτήν.

Χαίροις ὁ ἀνάργυρος ἰατρός, οἷάπερ δὲ ἄστρον, ἀνατείλας ἐκ τῶν δυσμῶν, καὶ διὰ τὴν πίστιν, Κυρίου τὴν ἁγίαν, ἐν πίστει Βαλεντῖνε, τυθεὶς ὡς σφάγιον.

╰⊰¸¸.•¨*

Ἅγιοι τῆς Ἀρκαδίας

Χῶμα Ἀρκαδίας τὸ ἱερόν, ἐν ἀγαλλιάσει, τῆς καρδίας μου προσκυνῶ,
τὸ πεποτισμένον, ἀσκήσεων ἱδρῶσι, καὶ αἵμασι μαρτύρων, καὶ θείοις δάκρυσιν.

Ὅσιοι καὶ μάρτυρες τοῦ Χριστοῦ, χεῖρα βοηθείας, Ἀρκαδίας χριστιανοῖς,
τείνατε προθύμως, καὶ βέλη ἀντιδίκου, δυνάμει Θεανθρώπου, θᾶττον συντρίψατε.

Θείων χαρισμάτων καὶ δωρεῶν, ἅγιοι Ἀρκάδες, ἠξιώθητε τῷ Θεῷ·
νῦν δὲ ὑπὲρ κόσμου, προσεύχεσθε ἀπαύστως, ἐν τοῖς ἐπουρανίοις, λαμπροῖς σκηνώμασι.

Νέους χριστομόρφους καὶ πολιούς, δόξαν Ἀρκαδίας, ἐπαινέσωμεν εὐλαβῶς,
τοὺς ἐν προαιρέσει, καὶ αἵματι τυθέντας, ἐσχάτως τε καὶ πάλαι, ὑπὲρ τῆς πίστεως.

╰⊰¸¸.•¨*

Ὅσιος Θεοδόσιος ὁ Κοινοβιάρχης (11 Ἰανουαρίου, +529)

Θεῖε Θεοδόσιε σαῖς λιταῖς, δόσεις θείας δίδου, κοινοβίων τοῖς μονασταῖς· σὺ γὰρ ἀνεδείχθης, κλεινὸς Κοινοβιάρχης, ἐν χάριτι ποιμαίνων, Χριστοῦ τὰ πρόβατα.

Πέμπε οὐρανόθεν τὰς τοῦ Θεοῦ, σωτηρίους δόσεις, Θεοδόσιε μοναχοῖς, τοῖς ἐπεγνωκόσι, τὸ μάταιον τοῦ κόσμου, καὶ πίστει ἑλομένοις, βίον ἰσάγγελον.

Ἐσωσας παιδίον ἐκ τοῦ βυθοῦ, φρέατος βαθέος, καὶ ἐφύλαξας ἀσινῆ, Κήρυκον ἐν μάχῃ, τὸν φέροντα ἐν πίστει, κλεινὲ Κοινοβιάρχα, τὸ σὸν ἱμάτιον.

Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Μοναστῶν αἱ χορεῖαι σεμνῶς κροτείτωσαν, Θεοδοσίου τὴν μνήμην ἐν ἐγκωμίοις λαμπροῖς, πολιτείαν δὲ αὐτοῦ ἐκμιμησάσθωσαν, ὅτι ἐδείχθη ἀληθῶς, πνευματέμφορος ἀνήρ, καὶ μέγας Κοινοβιάρχης, διεγείρων ἐν ὑπομνήσει, χριστιανοὺς πρὸς σωτηρίαν ψυχῶν.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Δόσιν δαψιλῆ πνευματικήν, ἄνωθεν λαβὼν ἐν καρδίᾳ, Κοινοβιάρχα κλεινέ, πάτερ Θεοδόσιε, πληθὺν ὡδήγησας, μοναστῶν πρὸς τὸν Κύριον, σημείοις ποικίλοις, δύναμιν τὴν ἄμαχον, πᾶσι πιστούμενος, ἥνπερ ὁ Σωτὴρ τῶν ἁπάντων, κέκτηται Χριστὸς εἰς τὸ σῴζειν, κόσμον ἐξ ὀνύχων τοῦ ἀλάστορος.

╰⊰¸¸.•¨*

Ἅγιος Σέργιος τοῦ Ραντονέζ Ρωσίας (25 Σεπτεμβρίου, +1392)

Τῆς Ῥωσίας τὸν στῦλον λαμπρῶς τιμήσωμεν, τῶν ἱερέων τὸ κλέος καὶ μοναστῶν ἀρχηγόν, τὸν ἀσκήσει θεαρέστῳ διαλάμψαντα, καὶ μυριάδα εὐσεβῶν, ἀγαγόντα ἀπλανῶς, εἰς πύλας τοῦ Παραδείσου, θεῖον Σέργιον τὸν θεόπτην, καὶ παθημάτων τοῦ Χριστοῦ κοινωνόν.

╰⊰¸¸.•¨*

Ἅγιοι τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου Οὐκρανίας

Τοῦ Κιέβου ἡ Λαύρα σεμνῶς ἀγάλλεται, καὶ Ἐκκλησία Κυρίου πανευλαβῶς προσκυνεῖ, ἀσκητῶν σπηλαιωτῶν τὰ θεῖα λείψανα, ὅτι Κυρίῳ τῷ Θεῷ, ἀφθαρσίας τὴν τιμήν, ἐδέξαντο καὶ τὴν χάριν, τῆς ἰάσεως ἀσθενούντων, καὶ δαιμονίων πονηρῶν ἐκβολῆς.

╰⊰¸¸.•¨*

Ἅγιος Ἱερομάρτυς Δανιήλ Sysoev τῆς Μόσχας (19 Νοεμβρίου, +2009)

Δανιὴλ ἀνυμνοῦμεν ἱερομάρτυρα, τὸν ἐν ναῷ τοῦ Κυρίου ὅπλῳ τρωθέντα δεινῶς, καὶ ἀπάραντα εἰς δώματα οὐράνια, τὸν σοφωτάταις διδαχαῖς, προσελκύσαντα ὀρδάς, ἀπίστων εἰς Ἐκκλησίαν, καὶ κηρύξαντα παῤῥησίᾳ, τῶν ὀρθοδόξων τὴν ὁδὸν ἀληθῆ.

Τὸν ἱερομάρτυρα Δανιήλ, ἐν ᾠδαῖς καὶ ὕμνοις, εὐφημήσωμεν οἱ πιστοί, βλήμασι τρωθέντα, ἐν τῷ ναῷ Κυρίου, ἐν ἔτεσιν ἐσχάτοις, ὑπὲρ τῆς πίστεως.

╰⊰¸¸.•¨*

Όσιος Νικηφόρος ο Λεπρός

Νίκην Νικηφόρε κατὰ παθῶν, δώρησαί μοι πάτερ, ὑμνολόγῳ σου τῷ πτωχῷ, ὅπως ἐν τῷ βίῳ, καλῶς περιπατήσας, Χριστῷ εὐαρεστήσω, τῷ σὲ δοξάσαντι.

Λέπραν τῆς καρδίας μου τὴν δεινήν, ἴασαι εὐχαῖς σου, Νικηφόρε θαυματουργέ, πρὸς Θεοῦ τὸν Λόγον, δι’ ὅνπερ ὑπερλόγως, τὴν λέπραν τῆς σαρκός σου, μάκαρ ὑπήνεγκας.

╰⊰¸¸.•¨*

Άγιος Λουκάς ο ιατρός

Τῆς Συμφερουπόλεως ὁδηγέ, Λουκᾶ ἱεράρχα, καὶ Κριμαίας νυμφαγωγέ, δίδου ἡμῖν πᾶσιν, ὑγείαν τὴν κατ’ ἄμφω, λιταῖς σου πρὸς τὸν Λόγον, ὃν ὡμολόγησας.

╰⊰¸¸.•¨*

Άγιοι των Αθηνών

Ἔξαρχοι τῆς πόλεως Ἀθηνῶν, θεία Φιλοθέη, Ἱερόθεε εὐκλεές, σὺν Διονυσίῳ, τῷ Ἀρεοπαγίτῃ, ὑπὲρ τῶν Ἀθηναίων, Χριστῷ πρεσβεύσατε.

╰⊰¸¸.•¨*

Όσιος Κοσμάς ο Μελωδός

Ὕμνους μελῳδήσωμεν τῷ Κοσμᾷ, μελῳδῷ ἐνθέῳ, καὶ ἐφόρῳ Μαϊουμᾶ, τῷ ἐν ἐγκωμίοις, καὶ θείαις μελῳδίαις, Χριστοῦ τὴν Ἐκκλησίαν, πάνυ κοσμήσαντι.

Ὤφθης πνευματέμφορος μελῳδός, Κοσμᾶ ἱεράρχα, σὺν τῷ θείῳ Δαμασκηνῷ· ὅθεν μελῳδίας, προσδέχου ὀρθοδόξων, τῶν πίστει προσκυνούντων, μνήμην τὴν θείαν σου.

╰⊰¸¸.•¨*

Άγιος Νήφων

Νήφωνα τιμήσωμεν τὸν σεπτόν, τὸ χρυσοῦν ταμεῖον, οὐρανίων θεωριῶν, τὸν ἀγαπηθέντα, ὑπὸ τοῦ Θεανθρώπου, διὰ τὴν μακαρίαν, αὐτοῦ ταπείνωσιν.

Νήφουσαν καρδίαν καὶ ταπεινήν, δός μοι θεῖε Νήφων, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, τοῦ μετανοεῖν με, ἐν πόνῳ ἐγκαρδίῳ, διὰ τὰς ἁμαρτίας, πάσας τοῦ βίου μου.

Φίλος τῶν ἀγγέλων τοῦ οὐρανοῦ, Νήφων ἀνεφάνης, δι’ ἀσκήσεως ταπεινῆς, ὧν τῇ βοηθείᾳ, καὶ τῇ συμπαραστάσει, τὰ στίφη ἐτροπώσω, ἐχθρῶν δυνάμεων.

Δέχου τὰς δεήσεις τῶν εὐσεβῶν, Νήφων θεοφόρε, καὶ ἀνάπεμπε τῷ Θεῷ, χάριν δὲ ἁγίαν, παράσχου ταῖς καρδίαις, τῶν χάριτι τιμώντων, μνήμην τὴν θείαν σου.

Ἐν ψυχοῤῥαγήματι τῷ ἐμῷ, ἔγγιστά μου στῆθι, θεῖε Νήφων καὶ ἐκτενῶς, πρέσβευε Κυρίῳ, ὑπὲρ τῆς σωτηρίας, ψυχῆς μου τῆς ἀθλίας, καὶ ἀναπαύσεως.

╰⊰¸¸.•¨*

Μεγαλυνάριο στον Αρχάγγελο Μιχαήλ

Σκέπε Ἀρχιστράτηγε Μιχαήλ, πτέρυξί σου θείαις, τὸν ἱκέτην σου Μιχαήλ,
ἵνα εὐσχημόνως, πορεύηται ἐν βίῳ, ὑμνῶν ἐν εὐφροσύνη, τὰ σὰ θαυμάσια.

╰⊰¸¸.•¨*

Προσευχή στον σαρκωθέντα Θεό Λόγο & για την κατά σάρκα οικογένειά μας

Σκέπε κατὰ σάρκα μου γενεάν, ἀνθρωπίνην σάρκα, ἑκουσίως ὁ εἰληφώς,
θείους ἐξαδέλφους, γονέας ἀδελφoύς τε, καὶ πάντας τοὺς ἀνθρώπους, τῆς συγγενείας μου.

╰⊰¸¸.•¨*

Μεγαλυνάριο για τον καρκίνο του μαστού

Σπεῦσον Θεοτόκε πάντων χαρά, εἰς τὸ θεραπεῦσαι, ἐκ καρκίνου τοῦ ἐν μαστῷ,
γυναῖκας ἀῤῥώστους, τὸν Κτίστην ἡ τεκοῦσα, καὶ βρέφος ἐν τῇ φάτνῃ, μαστοῖς θηλάσασα.

╰⊰¸¸.•¨*

Για όσους έχουμε σκανδαλίσει

Πάντας Θεοτόκε χριστιανούς, τοὺς σκανδαλισθέντας, ὑπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ,
τυχεῖν Παραδείσου, ἀξίωσον λιταῖς σου, ἐμοὶ δὲ δὸς τὸ ἅλας, τῆς διακρίσεως.

╰⊰¸¸.•¨*

Πυρκαγιές

Κύριε τῶν ζώντων καὶ τῶν νεκρῶν, πάντων τῶν ἁγίων, τῶν καέντων ὑπ’ ἀσεβῶν, ταῖς σοὶ εὐπροσδέκτοις, πρεσβείαις διαπύροις, τὴν γῆν σου ἐκ τῆς λύμης, πυρὸς διάσωσον.

Ἅγιοι πρεσβεύσατε ἐκτενῶς, οἱ πυρὶ βληθέντες, καὶ ἀπάραντες πρὸς Χριστόν, ὑπὲρ οἰκουμένης, δεινῶς μαστιζομένης, πυρὶ τῷ ἀναφθέντι, ἐχθρῷ ἀλάστορι.

Σῶσον ἐκ τῆς μάστιγος τοῦ πυρός, γῆν τὴν ἑλληνίδα, ὁ δροσίσας ἐν τῷ πυρί, τῆς ἐν Βαβυλῶνι, καμίνου θεῖε Λόγε, τῶν παίδων τὴν τριάδα, ὡς Παντοδύναμος.

Φύλαττε τὰ δάση καὶ τοὺς βουνούς, τὰς καλλιεργείας, καὶ οἰκίας πάντων ἡμῶν, ἀπὸ ὀλεθρίου, πυρὸς καὶ διατήρει, ἵνα σε προσκυνῶμεν, Θεὲ καὶ Κύριε.

Τὴν ἐξ ἀμετρήτων ἁμαρτιῶν, γένους τοῦ βροτείου, γῆν πυρέσσουσαν Ἰησοῦ, ἴδε μετ’ εὐνοίας, καὶ πᾶσαν οἰκουμένην, πυρὶ τὴν κεκαυμένην, Σῶτερ καινούργησον.

Πάντας τοὺς θανόντας ἐν τῷ πυρί, ἐμπρησμῶν δολίων, πολυεύσπλαγχνε Ἰησοῦ, μὴ καταδικάσῃς, εἰς πῦρ τὸ αἰωνίζον, ἀλλὰ αὐτοῖς παράσχου, ζωὴν τὴν ἄληκτον.

Πνεῦμα τὸ πανάγιον καὶ εὐθές, τὸ πυρὸς ἐν εἴδει, ἀποστόλοις καταπεμφθέν, δρόσισον τὴν γῆν σου, ὅτι ἐκαυματίσθη, βροτῶν ἁμαρτανόντων, ἀτόποις πράξεσι.

Παῖδας τρισαρίθμους τοὺς εὐαγεῖς, ὁ τὸ πάλαι σώσας, ἐν καμίνῳ χαλδαϊκῇ, Κύριε νῦν φεῖσαι,τῆς γῆς ἐμπιμπραμένης, ὑπὸ ἀνθρωποκτόνου, ὀργάνων ὄφεως.

Πνεῦμα τὸ πανάγιον καὶ εὐθές, τὸ πυρὸς ἐν εἴδει, ἀποστόλοις καταπεμφθέν,
δρόσισον τὴν γῆν σου, ὅτι ἐκαυματίσθη, βροτῶν ἁμαρτανόντων, ἀτόποις πράξεσι.
Κύριε τῶν ζώντων καὶ τῶν νεκρῶν, πάντων τῶν ἁγίων, τῶν καέντων ὑπ’ ἀσεβῶν,
ταῖς σοὶ εὐπροσδέκτοις, πρεσβείαις διαπύροις, τὴν γῆν σου ἐκ τῆς λύμης, πυρὸς διάσωσον.

Ἅγιοι πρεσβεύσατε ἐκτενῶς, οἱ πυρὶ βληθέντες, καὶ ἀπάραντες πρὸς Χριστόν,
ὑπὲρ οἰκουμένης, δεινῶς μαστιζομένης, πυρὸς ἐξ ἀναφθέντος, ἐχθρῷ ἀλάστορι.

Ξύλα καρποφόρα ἀπὸ πυρός, ἐλαίας ἀμπέλους, οἷς παρέχεις ἡμῖν τροφήν,
τήρησον Παντάναξ, καρποὺς αὐτῶν πληθύνων, εἰς ἔπαινον καὶ δόξαν, τοῦ σοῦ ὀνόματος.

Τὴν ἐξ ἀμετρήτων ἁμαρτιῶν, γένους τοῦ βροτείου, γῆν πυρέσσουσαν Ἰησοῦ,
ἴδε μετ’ εὐνοίας, καὶ πᾶσαν οἰκουμένην, πυρὶ τὴν κεκαυμένην, Σῶτερ καινούργησον.

Πάντας τοὺς θανόντας ἐν τῷ πυρί, ἐμπρησμῶν δολίων, πολυεύσπλαγχνε Ἰησοῦ,
μὴ καταδικάσῃς, εἰς πῦρ τὸ αἰωνίζον, ἀλλὰ αὐτοῖς παράσχου, ζωὴν τὴν ἄληκτον.

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἐκ πυρὸς ὀλεθρίου τὸν κόσμον φύλαξον, ὁ διασώσας τὸ πάλαι ἐκ τῆς καμίνου πυρός, τὴν τριάδα τῶν δικαίων Λόγε παίδων σου,
ὅτι δολίως ἐν τῇ γῇ, ὁλοκαύτωμα δεινόν, τὰ ὄργανα τοῦ Βελίαρ, μελετῶσιν ἐν ταῖς καρδίαις, τοῦ ἀπολέσαι ἐν αὐτῇ τὴν ζωήν.

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s